Saturday, July 02, 2005

 

Phrasing 1 John 1:1-2:2; 2:28-3:10

This is my first attempt at phrasing. My experience so far has been that this is a useful device, for several reasons:
  • it forces you to work on the Greek text. This has the benefit of helping to consolidate points of grammar, meaning of words, etc.
  • it might help to see literary devices, theological points, and the overall context (to some extent, at least).
  • it is a slow process, dynamic, and not necessarily converging all the time. This reflects, it seems to me, the attitude one should have toward reading God's word. Haste is not helpful, and it's good to recognize that this is and should be hard work, like in all meaningful relationships.
  • it forms a basis for further meditation on the text.
  • it is personal. (where personal hopefully does not mean arbitrary.)
I am (more or less) following the phrasing method outlined in Mounce's A Graded Reader of Biblical Greek. Here, I am experimenting with colors and styles to see if they help me in some way. For example, in the passage below I put terms in direct opposition in italics, or I used the background color to group together verses sharing something in common (for example, 1:6.8.10 all have a negative connotation). Suggestions from readers of this blog are welcome, of course.

On the technical side, the use of an HTML editor facilitates the effort enormously. As I blogged a few months ago, I use the open source editor NVU (available for Linux, Mac, and Windows), which by the way has very recently reached the important milestone of version 1.0.

Note to Bloglines users: it turns out that Bloglines does not always preserve indentation in the table below (I don't know about other blog readers/aggregators), so the table is best looked directly on the website.

1 John 1:1
Ὃ ἦν ἀπ' ἀρχῆς,
ἀκηκόαμεν,
ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν,
ὃ ἐθεασάμεθα καὶ
   αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν,
περὶ τοῦ λόγου τῆς ζωῆς
1 John 1:2
καὶ
ἡ ζωὴ ἐφανερώθη,
καὶ
ἑωράκαμεν καὶ
μαρτυροῦμεν καὶ
ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον
ἥτις ἦν πρὸς τὸν πατέρα
       καὶ ἐφανερώθη ἡμῖν
1 John 1:3
ἑωράκαμεν καὶ
   ἀκηκόαμεν
ἀπαγγέλλομεν καὶ ὑμῖν,
ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ' ἡμῶν.
καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα
μετὰ τοῦ πατρὸς καὶ
μετὰ τοῦ υἱοῦ αὐτοῦ
Ἰησοῦ Χριστοῦ.
1 John 1:4καὶ ταῦτα γράφομεν ἡμεῖς
ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.
1 John 1:5
Καὶ
ἔστιν αὕτη ἡ ἀγγελία
ἣν ἀκηκόαμεν ἀπ' αὐτοῦ καὶ
     ἀναγγέλλομεν ὑμῖν,
ὅτι
ὁ θεὸς φῶς ἐστιν καὶ
σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία.
1 John 1:6
Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ' αὐτοῦ
καὶ
ἐν τῷ σκότει περιπατῶμεν,
ψευδόμεθα
καὶ
οὐ ποιοῦμεν τὴν ἀλήθειαν·
1 John 1:7
ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν
ὡς αὐτός ἐστιν ἐν τῷ φωτί,
κοινωνίαν ἔχομεν μετ' ἀλλήλων
καὶ
τὸ αἷμα Ἰησοῦ
τοῦ υἱοῦ αὐτοῦ
καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.
1 John 1:8
ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν,
ἑαυτοὺς πλανῶμεν
καὶ
ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν.
1 John 1:9
ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν,
πιστός ἐστιν καὶ δίκαιος
ἵνα     ἀφῇ ἡμῖν τὰς ἁμαρτίας
καὶ
          καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας.
1 John 1:10
ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν,
ψεύστην ποιοῦμεν αὐτὸν
καὶ
ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.
1 John 2:1Τεκνία μου, ταῦτα γράφω ὑμῖν
ἵνα μὴ ἁμάρτητε. καὶ
ἐάν τις ἁμάρτῃ,
παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν
                                                              δίκαιον·
1 John 2:2καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν,
οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον
ἀλλὰ καὶ
περὶ ὅλου τοῦ κόσμου.
1 John 2:28Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ,
ἵνα
ἐὰν φανερωθῇ
σχῶμεν παρρησίαν
καὶ
μὴ αἰσχυνθῶμεν ἀπ' αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.
1 John 2:29
ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν,
γινώσκετε ὅτι καὶ
πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.
1 John 3:1ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατὴρ
ἵνα
τέκνα θεοῦ κληθῶμεν· καὶ ἐσμέν.
διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς
ὅτι οὐκ ἔγνω αὐτόν.
1 John 3:2Ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ
οὔπω ἐφανερώθη τί ἐσόμεθα.
οἴδαμεν ὅτι
ἐὰν φανερωθῇ
ὅμοιοι αὐτῷ ἐσόμεθα,
ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν.
1 John 3:3
καὶ
πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ' αὐτῷ ἁγνίζει ἑαυτὸν
καθὼς ἐκεῖνος ἁγνός ἐστιν.
1 John 3:4Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ,
καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία.
1 John 3:5
καὶ
οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη
ἵνα τὰς ἁμαρτίας ἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν.
1 John 3:6
a
b
πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει·
πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν.
1 John 3:7Τεκνία, μηδεὶς πλανάτω ὑμᾶς·
ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν,
καθὼς ἐκεῖνος δίκαιός ἐστιν·
1 John 3:8ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν,
ὅτι ἀπ' ἀρχῆς ὁ διάβολος ἁμαρτάνει.
εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ,
ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.
1 John 3:9Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ
ἁμαρτίαν οὐ ποιεῖ,
ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει·
καὶ
οὐ δύναται ἁμαρτάνειν,
ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται.
1 John 3:10ἐν τούτῳ φανερά ἐστιν
τὰ τέκνα τοῦ θεοῦ
καὶ
τὰ τέκνα τοῦ διαβόλου·
πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ,
καὶ
ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ.


This page is powered by Blogger. Isn't yours? FeedBurner.com Logo